ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις. Φιλοκλέων οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε; πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι; Χορός εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν; νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζόμεσθα, κέντρον †ἐντέτατʼ ὀξύ†. ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε, καὶ κελεύετʼ αὐτὸν ἥκειν ὡς ἐπʼ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι τόνδε λόγον ἐσφέρει, μὴ δικάζειν δίκας. Βδελυκλέων ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε. Χορός νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ. Βδελυκλέων ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι. Χορός ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής; ὦ πόλις καὶ Θεώρου θεοισεχθρία, κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ. Ξανθίας Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα; Βδελυκλέων οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου. Χορός καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο, ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος, ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν. Ξανθίας τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα· ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.