ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ τι, ποιήσω δακεῖν τὴν καρδίαν καὶ τὸν περὶ ψυχῆς δρόμον δραμεῖν, ἵνʼ εἰδῇ μὴ πατεῖν τὰ τοῖν θεοῖν ψηφίσματα. Χορός ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους. Φιλοκλέων ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί. Χορός ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς. Φιλοκλέων δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ, ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις. Χορός οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν. Φιλοκλέων ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι, τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς· ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο, κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι. ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον· κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω. Βδελυκλέων οὗτος ἐγείρου. Ξανθίας τί τὸ πρᾶγμʼ; Βδελυκλέων ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. Ξανθίας μῶν ὁ γέρων πῃ διαδύεται αὖ ; Βδελυκλέων μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ αὑτὸν δήσας. Ξανθίας ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει; Βδελυκλέων ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,