μὴ ξυνωμότης τις ἦν. Χορός ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν, ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει. Φιλοκλέων τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην· οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν. Χορός ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι, εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς; Φιλοκλέων πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι. ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι. Χορός μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω. Φιλοκλέων οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον. ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ, Φιλοκλέων κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις ἄνδρες ὁπλῖται διαταξάμενοι κατὰ τὰς διόδους σκοπιωροῦνται, τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις ὥσπερ με γαλῆν κρέα κλέψασαν τηροῦσιν ἔχοντʼ ὀβελίσκους. Χορός ἀλλὰ καὶ νῦν ἐκπόριζε μηχανὴν ὅπως τάχισθʼ· ἕως γάρ, ὦ μελίττιον. Φιλοκλέων διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον. ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου. Χορός ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν. ἀλλʼ ἔπαγε τὴν γνάθον. Φιλοκλέων διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς, ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται. Χορός μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·