τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ βούλομαί γε πάλαι μεθʼ ὑμῶν ἐλθὼν ἐπὶ τοὺς καδίσκους κακόν τι ποιῆσαι. ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας ἤ με ποίησον καπνὸν ἐξαίφνης ἢ Προξενίδην ἢ τὸν Σέλλου τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον ἄναξ χαρίσασθαί μοι, πάθος οἰκτίρας· ἤ με κεραυνῷ διατινθαλέῳ σπόδισον ταχέως, κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν· ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ τὰς χοιρίνας ἀριθμοῦσι. Χορός τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων κἀποκλῄων τῇ θύρᾳ; λέξον· πρὸς εὔνους γὰρ φράσεις. Φιλοκλέων οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου. Χορός τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται; καὶ τίνα πρόφασιν ἔχων; Φιλοκλέων οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν, ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι. Χορός τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν ὁ Δημολογοκλέων ὅδʼ, ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν ἀληθές. οὐ γὰρ ἄν ποθʼ οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν λέγειν, εἰ