πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ, τί βούλει με πρίασθαι καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους δήπουθεν ὦ παῖ. Παίς μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία· ἥδιον γάρ. Χορός οὐκ ἂν μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς. Παίς μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν. Χορός ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον· ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς. Παίς ἄγε νυν ὦ πάτερ ἢν μὴ τὸ δικαστήριον ἅρχων καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ ἄριστον; ἔχεις ἐλπίδα χρηστήν τινα νῷν ἢ πόρον Ἕλλας ἱρὸν εὑρεῖν ; Χορός ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ, μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ ὁπόθεν γε δεῖπνον ἔσται. Παίς τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες; Χορός ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς. Παίς ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα. ἒ ἔ. πάρα νῷν στενάζειν. Φιλοκλέων φίλοι, τήκομαι μὲν πάλαι διὰ τῆς ὀπῆς ὑμῶν ὑπακούων. ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ ᾄδειν. τί ποιήσω;