δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον. Σωσίας ἀλλʼ ἐστὶν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου. Ξανθίας λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος. Σωσίας ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια· κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει δημηγορεῖν φάλαινα πανδοκεύτρια, ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός. Ξανθίας αἰβοῖ. Σωσίας τί ἔστι; Ξανθίας παῦε παῦε, μὴ λέγε· ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς. Σωσίας εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην ἵστη βόειον δημόν. Ξανθίας οἴμοι δείλαιος· τὸν δῆμον ἡμῶν βούλεται διιστάναι. Σωσίας ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας, ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. Ξανθίας ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν. Σωσίας οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος; Ξανθίας ἥκιστʼ, ἀλλʼ ἄριστον. Σωσίας πῶς; Ξανθίας ὅπως; ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·