ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ. Παίς τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι. Χορός κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον. Παίς οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν. Χορός τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς, καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε; οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι. Παίς εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς, ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί· κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων. Χορός ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω. ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι· κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες· φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος; οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ