κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην; Βδελυκλέων ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα. Σωσίας τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς. Βδελυκλέων νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί, λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη ἀρχαῖα μελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον. Σωσίας οὐκοῦν, ἢν δέῃ, ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν. Βδελυκλέων ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ. ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι. Σωσίας μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ. Χορός χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις. μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος· νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς; πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον, κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.