ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ. Βδελυκλέων μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε. Φιλοκλέων διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον. Βδελυκλέων ἀλλʼ οὐκ ἔχεις ὀδόντας. Φιλοκλέων οἴμοι δείλαιος· τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν. Βδελυκλέων ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν. Φιλοκλέων μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις· νουμηνία γάρ ἐστιν. Βδελυκλέων οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτʼ ἄν; Φιλοκλέων οὐχ ὥσπερ γʼ ἐγώ. Βδελυκλέων μὰ Δίʼ ἀλλʼ ἄμεινον. Φιλοκλέων ἀλλὰ τὸν ὄνον ἔξαγε. Σωσίας οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς, ἵνʼ αὐτὸν ἐκπέμψειας. Βδελυκλέων ἀλλʼ οὐκ ἔσπασεν ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον; βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τινʼ; Σωσίας ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τινʼ ὑποδεδυκότα. Βδελυκλέων ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν; τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν; Φιλοκλέων Οὖτις νὴ Δία.