Βδελυκλέων ἀνίσταται. Βδελυκλέων οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος; ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται· σὺ δὲ τῇ θύρᾳ πρόσκεισο. Σωσίας ταῦτʼ ὦ δέσποτα. Βδελυκλέων ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ; οὗτος τίς εἶ σύ; Φιλοκλέων καπνὸς ἔγωγʼ ἐξέρχομαι. Βδελυκλέων καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ. Φιλοκλέων συκίνου. Βδελυκλέων νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία; δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν. ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι. Σωσίας ὅδε τὴν θύραν ὠθεῖ· Βδελυκλέων πιέζέ νυν σφόδρα, εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι. καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται. Φιλοκλέων τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης; Βδελυκλέων σὺ δὲ τοῦτο βαρέως ἂν φέροις; Φιλοκλέων ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ, ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε. Βδελυκλέων Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.