ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ, ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει. καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο. εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα. μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι. ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν, ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων, ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας. Βδελυκλέων ὦ Ξανθία καὶ Σωσία, καθεύδετε; Ξανθίας οἴμοι. Σωσίας τί ἔστι;