Σωσίας Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία; Ξανθίας φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι. Σωσίας κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα. ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν; Ξανθίας οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι. Σωσίας σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ. Ξανθίας ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς; Σωσίας οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου. Ξανθίας τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος· καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως. Σωσίας κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε. ἀτὰρ σὺ λέξον πρότερος. Ξανθίας ἐδόκουν αἰετὸν καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον. Σωσίας οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος. Ξανθίας πῶς δή; Σωσίας προσερεῖ τις τοῖσι συμπόταις, λέγων τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα; Ξανθίας οἴμοι τί δῆτά μοι κακὸν γενήσεται ἰδόντι τοιοῦτον ἐνύπνιον; Σωσίας μὴ φροντίσῃς. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.