τοὺς ἀνοήτους. Ἄδικος Λόγος οὔκ, ἀλλὰ σοφούς. Δίκαιος Λόγος ἀπολῶ σε κακῶς. Ἄδικος Λόγος εἰπὲ τί ποιῶν; Δίκαιος Λόγος τὰ δίκαια λέγων. Ἄδικος Λόγος ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων· οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην. Δίκαιος Λόγος οὐκ εἶναι φῄς; Ἄδικος Λόγος φέρε γὰρ ποῦ ʼστιν; Δίκαιος Λόγος παρὰ τοῖσι θεοῖς. Ἄδικος Λόγος πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ δήσας; Δίκαιος Λόγος αἰβοῖ τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην. Ἄδικος Λόγος τυφογέρων εἶ κἀνάρμοστος. Δίκαιος Λόγος καταπύγων εἶ κἀναίσχυντος. Ἄδικος Λόγος ῥόδα μʼ εἴρηκας. Δίκαιος Λόγος καὶ βωμολόχος. Ἄδικος Λόγος κρίνεσι στεφανοῖς. Δίκαιος Λόγος καὶ πατραλοίας. Ἄδικος Λόγος χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις. Δίκαιος Λόγος οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ. Ἄδικος Λόγος νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί. Δίκαιος Λόγος θρασὺς εἶ πολλοῦ. Ἄδικος Λόγος σὺ δέ γʼ ἀρχαῖος. Δίκαιος Λόγος διὰ σὲ δὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων· καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις οἶα διδάσκεις τοὺς ἀνοήτους.