ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα. Φειδιππίδης ἰδού· τί ἔστιν; Στρεψιάδης ὤμοσας νυνὶ Δία. Φειδιππίδης ἔγωγʼ. Στρεψιάδης ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν; οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς. Φειδιππίδης ἀλλὰ τίς; Στρεψιάδης Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Φειδιππίδης αἰβοῖ τί ληρεῖς; Στρεψιάδης ἴσθι τοῦθʼ οὕτως ἔχον. Φειδιππίδης τίς φησι ταῦτα; Στρεψιάδης Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. Φειδιππίδης σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας ὥστʼ ἀνδράσιν πείθει χολῶσιν; Στρεψιάδης εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο, οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε. Φειδιππίδης τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν; Στρεψιάδης ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά· γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον. Φειδιππίδης οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός; πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,