οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι; ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε. Χορός ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν, εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. Στρεψιάδης ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός· ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω; Χορός σὺ δʼ ἐπιτρέπεις; Στρεψιάδης εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ, οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον. Χορός ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων μόνας θεῶν; ὡς ἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶν ὅσʼ ἂν κελεύῃς. σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι, ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι. Στρεψιάδης οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς· ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας. Φειδιππίδης ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ; οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον. Στρεψιάδης ἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας, τὸν Δία νομίζειν ὄντα τηλικουτονί. Φειδιππίδης τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν; Στρεψιάδης ἐνθυμούμενος ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.