ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι; Σωκράτης τὴν ὕαλον λέγεις; Στρεψιάδης ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης; Σωκράτης σοφῶς γε νὴ τὰς Χάριτας. Στρεψιάδης οἴμʼ ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. Σωκράτης ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. Στρεψιάδης τὸ τί; Σωκράτης ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων. Στρεψιάδης φαυλότατα καὶ ῥᾷστʼ. Σωκράτης εἰπὲ δή. Στρεψιάδης καὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης, πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων. Σωκράτης οὐδὲν λέγεις. Στρεψιάδης νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. Σωκράτης ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι. Στρεψιάδης ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες. Σωκράτης ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς· ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε. Στρεψιάδης φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν; τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα; οἴμοι τίς ἦν; Σωκράτης οὐκ ἐς κόρακας ἀποφθερεῖ, ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;