ἄρρενα καλεῖς θήλειαν οὖσαν. Στρεψιάδης τῷ τρόπῳ ἄρρενα καλῶ ʼγὼ κάρδοπον; Σωκράτης μάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον. Στρεψιάδης πῶς δή; φράσον. Σωκράτης ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ. Στρεψιάδης ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ, ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο. ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; Σωκράτης ὅπως; τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην. Στρεψιάδης τὴν καρδόπην θήλειαν; Σωκράτης ὀρθῶς γὰρ λέγεις. Στρεψιάδης ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη. Σωκράτης ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα. Στρεψιάδης ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν. Σωκράτης εἰπὲ δή. Στρεψιάδης Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία. Σωκράτης ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; Στρεψιάδης μυρία. Φιλόξενος Μελησίας Ἀμυνίας. Σωκράτης ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα. Στρεψιάδης οὐκ ἄρρενʼ ὑμῖν ἐστιν; Σωκράτης οὐδαμῶς γʼ, ἐπεὶ πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ; Στρεψιάδης ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία. Σωκράτης ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς. Στρεψιάδης οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;