εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον. Σωκράτης ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής. ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν. Στρεψιάδης τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα; Σωκράτης πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον. Στρεψιάδης κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ. Σωκράτης εἰπὲ δή. Στρεψιάδης τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί. Σωκράτης ἀγρεῖος εἶ καὶ σκαιός. Στρεψιάδης οὐ γὰρ ᾠζυρὲ τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. Σωκράτης τί δαί; Στρεψιάδης ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον. Σωκράτης ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν, τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα. Στρεψιάδης ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι· κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών. Σωκράτης ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα. Στρεψιάδης πῶς δὴ φέρʼ; Σωκράτης ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών. Στρεψιάδης νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν; Σωκράτης ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα. Στρεψιάδης ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα· ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον. Σωκράτης ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον