ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν. κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε· πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα, σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας. Σωκράτης μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα· ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς. ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών; Στρεψιάδης ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις. Σωκράτης ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. Στρεψιάδης ἰδού. Σωκράτης ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν; Στρεψιάδης περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. Σωκράτης οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον; Στρεψιάδης ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου. Σωκράτης οὐδὲν λέγεις ὦνθρωπε. Στρεψιάδης περίδου νυν ἐμοί,