οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν. ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν· ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται. Χορός ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ Δήλιε Κυνθίαν ἔχων ὑψικέρατα πέτραν, ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα, Παρνασσίαν θʼ ὃς κατέχων πέτραν σὺν πεύκαις σελαγεῖ Βάκχαις Δελφίσιν ἐμπρέπων, κωμαστὴς Διόνυσος. Χορός ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις· εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς. πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν, ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν. ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·