δεῦρʼ ἔλθʼ ἵνα κλάῃς. Θεράπων διὰ τί δῆτα κλαύσομαι; Στρεψιάδης ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα· ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο, ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν, ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην, ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς; Φειδιππίδη Φειδιππίδιον. Φειδιππίδης τί ὦ πάτερ; Στρεψιάδης κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. Φειδιππίδης ἰδού. τί ἔστιν; Στρεψιάδης εἰπέ μοι, φιλεῖς ἐμέ; Φειδιππίδης νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. Στρεψιάδης μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·