προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν. εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω· ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν, ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. Χορός ὑψιμέδοντα μὲν θεῶν Ζῆνα τύραννον ἐς χορὸν πρῶτα μέγαν κικλήσκω· τόν τε μεγασθενῆ τριαίνης ταμίαν, γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν· καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων· τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσιν κατέχει γῆς πέδον μέγας ἐν θεοῖς ἐν θνητοῖσί τε δαίμων. Χορός ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον· πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν, δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς· ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας