οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται. Στρεψιάδης ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι. Σωκράτης κατάθου. τί ληρεῖς; Στρεψιάδης εἰπὲ δή νύν μοι· Σωκράτης τὸ τί; Στρεψιάδης ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι; Σωκράτης οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. Στρεψιάδης οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι. Σωκράτης οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ ἀνύσας τι δευρὶ θᾶττον; Στρεψιάδης ἐς τὼ χεῖρέ νυν δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου. Σωκράτης χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν; Χορός ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας οὕνεκα ταύτης. εὐτυχία γένοιτο τἀνθρώπῳ, ὅτι προήκων ἐς βαθὺ τῆς ἡλικίας νεωτέροις τὴν φύσιν αὑτοῦ πράγμασιν χρωτίζεται καὶ σοφίαν ἐπασκεῖ. Χορός ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν, πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν