ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ. Χορός ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν, καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ. Σωκράτης ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω. Στρεψιάδης τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν; Σωκράτης οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι. ἦ μνημονικὸς εἶ; Στρεψιάδης δύο τρόπω νὴ τὸν Δία· ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ· ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ. Σωκράτης ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει; Στρεψιάδης λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι. Σωκράτης πῶς οὖν δυνήσει μανθάνειν; Στρεψιάδης ἀμέλει καλῶς. Σωκράτης ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει. Στρεψιάδης τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι; Σωκράτης ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει. φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ; Στρεψιάδης τύπτομαι, ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι, εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. Σωκράτης ἴθι νυν κατάθου θοἰμάτιον. Στρεψιάδης ἠδίκηκά τι;