ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν. Στρεψιάδης δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται τουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσιν παρέχω, τύπτειν πεινῆν διψῆν αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι, τοῖς τʼ ἀνθρώποις εἶναι δόξω θρασὺς εὔγλωττος τολμηρὸς ἴτης βδελυρὸς ψευδῶν συγκολλητὴς εὑρησιεπὴς περίτριμμα δικῶν κύρβις κρόταλον κίναδος τρύμη μάσθλης εἴρων γλοιὸς ἀλαζὼν κέντρων μιαρὸς στρόφις ἀργαλέος ματιολοιχός· ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονται νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων. Χορός λῆμα μὲν πάρεστι τῷδέ γʼ οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες ἐν βροτοῖσιν ἕξεις. Στρεψιάδης τί πείσομαι; Χορός τὸν πάντα χρόνον μετʼ ἐμοῦ ζηλωτότατον βίον ἀνθρώπων διάξεις. Στρεψιάδης ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ ὄψομαι;