λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι. Στρεψιάδης μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα. Σωκράτης ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν· εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν, ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος· ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι. Χορός ἀέναοι Νεφέλαι ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ δενδροκόμους, ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον· ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται μαρμαρέαις ἐν αὐγαῖς. ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα τηλεσκόπῳ ὄμματι γαῖαν. Σωκράτης ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος. ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου; Στρεψιάδης καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι· κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω. Σωκράτης οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,