πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος; Στρεψιάδης νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν, τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. Σωκράτης ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ ἡμῖν νόμισμʼ οὐκ ἔστι. Στρεψιάδης τῷ γὰρ ὄμνυτʼ; ἢ σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ; Σωκράτης βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς ἅττʼ ἐστὶν ὀρθῶς; Στρεψιάδης νὴ Δίʼ εἴπερ ἔστι γε. Σωκράτης καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν; Στρεψιάδης μάλιστά γε. Σωκράτης κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. Στρεψιάδης ἰδοὺ κάθημαι. Σωκράτης τουτονὶ τοίνυν λαβὲ τὸν στέφανον. Στρεψιάδης ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε. Σωκράτης οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους ἡμεῖς ποιοῦμεν. Στρεψιάδης εἶτα δὴ τί κερδανῶ; Σωκράτης λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη. ἀλλʼ ἔχʼ ἀτρεμί. Στρεψιάδης μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με· καταπαττόμενος γὰρ παιπάλη γενήσομαι. Σωκράτης εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν. ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,