φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ; Μαθητής αὐτός. Στρεψιάδης τίς αὐτός; Μαθητής Σωκράτης. Στρεψιάδης ὦ Σώκρατες. ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα. Μαθητής αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή. Στρεψιάδης ὦ Σώκρατες, ὦ Σωκρατίδιον. Σωκράτης τί με καλεῖς ὦφήμερε; Στρεψιάδης πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι. Σωκράτης ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. Στρεψιάδης ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; Σωκράτης οὐ γὰρ ἄν ποτε ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα. εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. Στρεψιάδης τί φῄς; ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα; ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα. Σωκράτης ἦλθες δὲ κατὰ τί; Στρεψιάδης βουλόμενος μαθεῖν λέγειν. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.