ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ. Στρεψιάδης μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν. Μαθητής ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον. Στρεψιάδης πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι. Μαθητής ἀστρονομία μὲν αὑτηί. Στρεψιάδης τουτὶ δὲ τί; Μαθητής γεωμετρία. Στρεψιάδης τοῦτʼ οὖν τί ἐστι χρήσιμον; Μαθητής γῆν ἀναμετρῆσαι. Στρεψιάδης πότερα τὴν κληρουχικήν; Μαθητής οὔκ, ἀλλὰ τὴν σύμπασαν. Στρεψιάδης ἀστεῖον λέγεις. τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. Μαθητής αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς; αἵδε μὲν Ἀθῆναι. Στρεψιάδης τί σὺ λέγεις; οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. Μαθητής ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον. Στρεψιάδης καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται; Μαθητής ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ. Στρεψιάδης οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ; Μαθητής ὅπου ʼστίν; αὑτηί. Στρεψιάδης ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε, ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. Μαθητής ἀλλʼ οὐχ οἷόν τε. Στρεψιάδης νὴ Δίʼ οἰμώξεσθʼ ἄρα.