ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας; Μαθητής Β οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν; Στρεψιάδης ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε. Μαθητής Γ ἀπολεῖς ἀπολεῖς. Στρεψιάδης τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι, ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών. Σωκράτης οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;