κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην, ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν· ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην, κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες. Μαθητής Α ἰοὺ ἰού. Στρεψιάδης σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα. Μαθητής Α ἄνθρωπε, τί ποιεῖς;