ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ· καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία, κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,