ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα. Στρεψιάδης οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα, ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη. ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ· καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία, κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην, ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν· ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην, κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες. Μαθητής Α ἰοὺ ἰού. Στρεψιάδης σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα. Μαθητής Α ἄνθρωπε, τί ποιεῖς; Στρεψιάδης ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας; Μαθητής Β οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν; Στρεψιάδης ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε. Μαθητής Γ ἀπολεῖς ἀπολεῖς. Στρεψιάδης τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι, ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών. Σωκράτης οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;