ἔστιν. Φειδιππίδης οὐκ ἔστʼ, οὔκ, ἐπεὶ Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Στρεψιάδης οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. Φειδιππίδης ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα. Στρεψιάδης οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα, ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.