ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ. οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων. Φειδιππίδης ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. Στρεψιάδης ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία. Φειδιππίδης ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ. Ζεὺς γάρ τις ἔστιν;