ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα. Χορός αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. Στρεψιάδης τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε, ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε; Χορός ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων, ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.