τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς, οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν ἐς τὸ βάραθρον μετὰ Σωκράτους καὶ τὸν λόγον τὸν ἥττω. Στρεψιάδης ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ, ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα. Χορός αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. Στρεψιάδης τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε, ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε; Χορός ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων, ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι. Στρεψιάδης ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ. οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων. Φειδιππίδης ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. Στρεψιάδης ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία. Φειδιππίδης ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ. Ζεὺς γάρ τις ἔστιν; Στρεψιάδης ἔστιν. Φειδιππίδης οὐκ ἔστʼ, οὔκ, ἐπεὶ Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Στρεψιάδης οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.