κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ. κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν. Φειδιππίδης σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. Στρεψιάδης ἀπὸ γὰρ Φειδιππίδης καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας. Στρεψιάδης πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις. Φειδιππίδης τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. Στρεψιάδης τί φῄς, τί φῂς σύ; τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.