οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις; Φειδιππίδης οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη. Στρεψιάδης πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει. Φειδιππίδης καὶ πῶς; Στρεψιάδης ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν, σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν. Φειδιππίδης ἢν δὲ μὴ γένηται, μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις. Στρεψιάδης ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια·