οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. Στρεψιάδης ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι. Φειδιππίδης ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες; Στρεψιάδης ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος. Φειδιππίδης εἰπὲ δή μοι, οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;