ἀλλʼ οὐδʼ ἐρεβίνθου. Χορός σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια. Φειδιππίδης ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν, καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν· νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,