ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. Μαθητής ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. Στρεψιάδης λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον. Μαθητής λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας· δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. Στρεψιάδης πῶς δῆτα διεμέτρησε; Μαθητής δεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον. Στρεψιάδης ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν. Μαθητής τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους φρόντισμα; Στρεψιάδης ποῖον; ἀντιβολῶ κάτειπέ μοι. Μαθητής ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. Στρεψιάδης τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος; Μαθητής ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου· ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. Στρεψιάδης σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος.