ἀλλʼ αὖθις αὖ τυπτήσομαι. Φειδιππίδης νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν. Στρεψιάδης καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα, αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον· μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον· κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων Στρεψιάδης βοῶντα καὶ κεκραγόθʼ ὅτι