καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε, πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη. ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν. Φειδιππίδης οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι, ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα; Στρεψιάδης τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν,