καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι. Χορός σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ τὸν ἄνδρα κρατήσεις, ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν οὕτως ἀκόλαστος. ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου ʼσʼτὶ τὸ λῆμα. Χορός ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι, ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.