ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. Στρεψιάδης ποίοιν λόγοιν; Φειδιππίδης τὸν κρείττονʼ ἢ τὸν ἥττονα. Στρεψιάδης ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων. Φειδιππίδης ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.