πάττε πολλοῖς τοῖς ῥόδοις. Στρεψιάδης τὸν πατέρα τύπτεις; Φειδιππίδης κἀποφανῶ γε νὴ Δία ὡς ἐν δίκῃ σʼ ἔτυπτον. Στρεψιάδης ὦ μιαρώτατε, καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ; Φειδιππίδης ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων. Στρεψιάδης τουτὶ σὺ νικήσεις; Φειδιππίδης πολύ γε καὶ ῥᾳδίως.