οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. ὦ μιαρὲ τύπτεις τὸν πατέρα; Φειδιππίδης φήμʼ ὦ πάτερ. Στρεψιάδης ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει. Φειδιππίδης καὶ μάλα. Στρεψιάδης ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε. Φειδιππίδης αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά; Στρεψιάδης ὦ λακκόπρωκτε.