εἶναι τὸν υἱὸν δεινόν οἱ γνώμας ἐναντίας λέγειν τοῖσιν δικαίοις, ὥστε νικᾶν ἅπαντας οἷσπερ ἂν ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ. ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι. Στρεψιάδης ἰοὺ ἰού. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.