φέρε μοι τὸ κέντρον. Αμυνίας ταῦτʼ ἐγὼ μαρτύρομαι. Στρεψιάδης ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα; Αμυνίας ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν; Στρεψιάδης ᾄξεις; ἐπιαλῶ κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν. Χορός οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ